Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.207 Joseph. AJ 7.211 (English) >>Joseph. AJ 7.214

7.209μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν· οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι τούτου κυνὸς αἰδώς τις φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, διʼ ὃν οὗτος ἐφʼ ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δʼ οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλʼ ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν τῶν ἐχθρῶν τούτου 7.210θελήσαντος.” ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος· παραγενόμενος δʼ ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους. 7.211

Ἀψαλώμου δὲ καὶ Ἀχιτοφέλου τοῦ συμβούλου παραγενομένων εἰς Ἱεροσόλυμα σὺν ἅπαντι τῷ λαῷ, καὶ Δαυίδου φίλος ἧκε πρὸς αὐτοὺς καὶ προσκυνήσας αὐτὸν συνηύχετο τὴν βασιλείαν εἰς αἰῶνα καὶ τὸν πάντα παραμεῖναι χρόνον. φήσαντος δʼ ἐκείνου πρὸς αὐτόν, τί δήποτε φίλος ἐν τοῖς μάλιστα τοῦ πατρὸς αὐτοῦ γεγενημένος καὶ πρὸς ἅπαντα πιστὸς εἶναι δόξας οὐ σὺν αὐτῷ νῦν ἐστιν, ἀλλὰ καταλιπὼν ἐκεῖνον μεταβαίη πρὸς αὐτόν, δεξιῶς ἀποκρίνεται καὶ σωφρόνως· 7.212εἶπε γὰρ ἕπεσθαι δεῖν αὐτὸν τῷ θεῷ καὶ τῷ παντὶ πλήθει. τούτων οὖν μετὰ σοῦ, δέσποτα, γεγενημένων εἰκότως ἕπομαι κἀγώ· τὴν γὰρ βασιλείαν ἔλαβες παρὰ τοῦ θεοῦ. τὴν αὐτὴν μέντοι γε πίστιν καὶ εὔνοιαν ἐνδείξομαι πιστευόμενος εἶναι φίλος, ἣν οἶσθά με τῷ πατρί σου παρεσχημένον. ἀγανακτεῖν δʼ οὐδὲν προσῆκε τοῖς παροῦσιν· οὐ γὰρ εἰς ἄλλην οἰκίαν βασιλεία μεταβέβηκε,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.207 Joseph. AJ 7.211 (English) >>Joseph. AJ 7.214

Powered by PhiloLogic